Τετάρτη 13 Μαΐου 2015

Προς μοναχόν Ανδρέαν

Πολλοὶ λέγουσιν (εἰ δ᾿ ἀληθεῖς οἱ λόγοι
οὐκ οἶδα) πλὴν λέγουσι· καὶ πείθουσί με,
ὡς σφόδρα χαίρεις, ὦ μοναστὰ καὶ πάτερ,
εἴ τις σὲ σεπτοῖς δεξιοῦται λειψάνοις
ἀνδρῶν μαρτύρων ἢ σεβαστῶν μαρτύρων,
θήκας δὲ πολλὰς λειψάνων θείων ἔχεις,
ἃς ἐξανοίγων τοῖς φίλοις σου δεικνύεις·
τοῦ Προκοπίου μάρτυρος χεῖρας δέκα,
Θεοδώρου δὲ πέντε καὶ δέκα γνάθους,
καὶ Νέστορος μὲν ἄχρι τῶν ὀκτὼ πόδας,
Γεωργίου δὲ τέσσαρας κάρας ἅμα,
καὶ πέντε μαστοὺς Βαρβάρας ἀθλοφόρου·
καὶ νῦν μὲν ὀστᾶ δώδεκα βραχιόνων
τοῦ καλλινίκου μάρτυρος Δημητρίου,
νῦν τ᾿ αὖ καλάμους εἴκοσι σκελῶν ὅλων
τοῦ Παντελεήμονος (ὢ τῆς πληθύως!)

Βίκιθηκη